Ἰέναιien

ieΕἰς iἸθάκην

ΡυθμἸωνικός Ρυθμός Ἰωνικός ρυθμός ΙΕΝΑΙΕΝΑΙ-Preface Ἀφῆστε τό μήνυμά σας στό mail ἝλTό Ἑλληνικό Σχολεῖο Ἀναγνωστικό Παναγιά βοήθα τήν Ἑλλάς! Ὁ γέρος τοῦ Μοριά pieta pieta Τετράδια Δημοσιεύσεις
OὉ Μέγας Ἱεροεξεταστής erb erbarme dich mein Gott BACH erb [ Ἔ!] [ Καλά !] Λαι Oἱ Λαιστρηγόνες καί οἱ Κύκλωπες Ἡ Πόλις ἑάλω Κορμιά μαρμαρωμένα


Παιδιά τῆς Ἑλλάδος παιδιά !

Τετάρτη 28 Ὀκτωβρίου 2026

Ὁ ἅγιος Δημήτριος ὁ Μυροβλήτης

Δευτέρα 26 Ὀκτωβρίου 2026

St. Demetrius of Thessalonica.1427 by Andrei Rublev
1427 by Andrei Rublev

Μέγαν εὕρατο ἐv τοῖς κιvδύvοις, σὲ ὑπέρμαχοv, ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύvας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Βιογραφία



Κυριακὴ ΣΤ΄ Λουκᾶ

Κυριακή 25 Ὀκτωβρίου 2026

27 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀ­­­νήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνε­διδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. 28 ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀ­νακράξας προσέπεσεν αὐ­­­τῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέο­μαί σου, μή με βασανί­σῃς. 29 παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπά­κει αὐτόν, καὶ ἐδεσμεῖτο ἁ­­­λύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰη­σοῦς λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεών· ὅ­­­τι δαιμόνια πολλὰ εἰσῆλθεν­ εἰς αὐτόν· 31 καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32 ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄ­­ρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐ­­­κείνους εἰσελθεῖν· καὶ ἐπέ­τρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ τὰ δαιμό­νια ἀπὸ τοῦ ἀνθρώπου εἰσ­ῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. 34 ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγο­νός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον­ τὸν ἄνθρωπον, ἀφ᾿ οὗ τὰ ­δαιμόνια ἐξεληλύθει, ἱματι­σμέ­νον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰη­σοῦ, καὶ ἐφοβήθησαν. 36 ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 37 καὶ ἠρώτησαν αὐτὸν ἅ­­­παν τὸ πλῆθος τῆς περιχώ­ρου τῶν Γαδαρηνῶν ἀπελ­θεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ με­γάλῳ συνείχοντο. αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖ­ον ὑπέ­στρεψεν. 38 ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· 39 ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς. (Λουκ. η΄ 27-39)

Ἀδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ᾿Ιησοῦ Χριστοῦ, καὶ ἡ­μεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπι­στεύ­σαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. (Γαλ. β΄ 16-20)





Τοῦ Εὐαγγελιστοῦ Λουκᾶ

Κυριακή 18 Ὀκτωβρίου 2026

ἱερό εὐαγγέλιο

16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. 17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18 Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. 21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. (Λουκ. ι΄ 16-21)

Ἀδελφοί, ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξα­γοραζόμενοι. ὁ λόγος ὑμῶν πάν­τοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυ­χικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναι­χμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα, — περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν, — καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄν­τες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγε­νή­θησάν μοι παρηγορία. ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δη­μᾶς. ἀ­σπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελ­φοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ’ οἶκον αὐτοῦ ἐκκλησίαν· καὶ ὅταν ἀναγνω­σθῇ παρ’ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀνα­γνω­σθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. καὶ εἴπατε Ἀρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυ­ρίῳ, ἵνα αὐτὴν πληροῖς. Ὁ ἀσπα­σμὸς τῇ ἐ­μῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δε­σμῶν. Ἡ χάρις μεθ’ ὑμῶν· ἀμήν.(Κολ. δ΄ 5-11,14-18)





ἱερό εὐαγγέλιο ἱερό εὐαγγέλιο ἱερό εὐαγγέλιο ἱερό εὐαγγέλιο

Folio from Papyrus 46, containing 2 Corinthians 11:33-12:9 Transcription with spaces restituted (the bracketed portions are illegible, abbreviated or missing and are not necessarily attested by P46): εν σαργανη εχαλασθην δια του τειχους και εξεφυγον τας χειρας

Κυριακὴ τῶν Ἁγίων Πατέρων τῆς Ζ΄ Οἰκ. Συνόδου

Κυριακή 11 Ὀκτωβρίου 2026

ζ οικουμενική  σύνοδος

5 Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πε­τεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· 6 καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· 7 καὶ ἕτερον ἔπεσεν ἐν μέ­σῳ τῶν ἀκανθῶν, καὶ συμ­φυεῖσαι αἱ ἄκανθαι ἀ­πέ­πνιξαν αὐτό· 8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατοντα­πλασίονα. ταῦτα λέγων ἐ­­­φώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη; 10 ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν. 11 ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· 12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρ­­- χεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαν­τες σωθῶσιν. 13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅ­ταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗ­τοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφί­σταν­ται. 14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκού­σαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡ­­δο­νῶν τοῦ βίου πορευόμε­νοι συμπνί­γονται καὶ οὐ τελε­­­σφοροῦ­σι. 15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαν­τες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομο­νῇ. (Λουκ. η΄ 5-15)

Τέκνον Τίτε, πιστὸς ὁ λόγος· καὶ περὶ τούτων ­βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φρον­τί­ζωσι καλῶν ἔργων προ­ΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς ­περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. αἱ­ρετικὸν ­ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν ­νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρ­τάνει ὢν αὐτοκατά­κριτος. Ὅταν πέμψω ᾿Αρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπο­λιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαί­ως πρόπεμψον, ἵνα μη­δὲν αὐτοῖς λείπῃ. μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀ­­ναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζον­ταί σε οἱ μετ᾿ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν. (Τίτ. γ΄ 8-15)





Κυριακὴ Β΄ Λουκᾶ

Κυριακή 4 Ὀκτωβρίου 2026

Παναγία

31 Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁ­­­μοίως. 32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγα­πῶντας ὑμᾶς, ποία ὑ­μῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτω­λοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 34 καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπο­λάβωσι τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐ-χ­θροὺς ὑμῶν καὶ ἀγαθοποι­εῖτε καὶ δανείζετε μηδὲν ἀ­­πελπίζοντες, καὶ ἔσται ὁ μι­σθὸς ὑμῶν πολύς, καὶ ἔσε­σθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀ­­­χαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰ­­κτίρμων ἐστί. (Λουκ. ς΄ 31-36)

6 […] Ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει. 7 ἕκαστος καθὼς προαιρεῖ­ται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. 8 δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν, 9 καθὼς γέγραπται· ἐσκόρ­πι­σεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. 10 ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· 11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. (Β΄ Κορ. θ΄ 6-11)





Κυριακὴ Α΄ Λουκᾶ

Κυριακή 27 Σεπτεμβρίου 2026

Παναγία

Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, 2 καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁ­λιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. 3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠ­ρώ­τησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ κα­θίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. 4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπα­νάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅ­­­λης τῆς νυκτὸς κοπιάσαν­­τες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ρήματί σου χαλάσω τὸ δίκτυον. 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. 7 καὶ κατένευσαν τοῖς μετό­χοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι­ αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλη­σαν ἀμφότερα τὰ πλοῖα, ὥ­­­στε βυθίζεσθαι αὐ­τά. 8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰη­σοῦ λέγων· ἔξελθε ἀπ᾿ ἐ­­­μοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· 9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύ­ων ᾗ συνέλαβον, 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐ­τῷ. (Λουκ. ε΄ 1-11)

Ἀδελφοί, ὑμεῖς ἐ­στε ναὸς Θε­οῦ ζῶντος, κα­­­θὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοι­κήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔ­σομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀ­φορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παν­τοκράτωρ. Ταύτας οὖν ἔχον­τες τὰς ἐπαγγε­λίας, ἀγαπητοί, καθα­ρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐ­πιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
(Β΄ Κορ. ς΄ 16 – ζ΄1)





Κυριακή μετά τήν Ὕψωσιν

Κυριακή 20 Σεπτεμβρίου 2026

Τίμιος Σταυρός

Καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυ­χὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗ­τος σώσει αὐτήν. 36 τί γὰρ ὠφελήσει ἄνθρω­πον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37 ἢ τί δώσει ἄνθρωπος ἀν­­­τάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγί­ων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. (Μαρκ. η΄ 34-θ΄ 1)

Αδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰη­σοῦν ἐπι­στεύσαμεν, ἵνα δικαι­­ωθῶμεν ἐκ πίστεως Χρι­στοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσε­ται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 εἰ δὲ ζητοῦντες δικαιω­θῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. (Γαλ. β΄ 16-20)

Κυριακή πρό τῆς Ὑψώσεως

Κυριακή 13 Σεπτεμβρίου 2026

Τίμιος Σταυρός ἄνθη Τίμιος Σταυρός ἄνθη Τίμιος Σταυρός ἄνθη Τίμιος Σταυρός ἄνθη https://i.pinimg.com/736x/90/57/6b/90576b2f72c3a0d8f7ff4afccd109e9b.jpg https://i.pinimg.com/736x/71/53/62/715362cdfdc3315ca13d35c0155ff622.jpg https://i.pinimg.com/736x/d7/66/8e/d7668e75f3af4b0787effb68f6cca123.jpg https://i.pinimg.com/1200x/ee/f3/28/eef3288fa91b13ca0aaaa1e450e4b535.jpg https://i.pinimg.com/736x/0b/59/75/0b5975f2ebd5ed7cc34a78602f97ab4e.jpg https://i.pinimg.com/736x/8c/31/1b/8c311b68e24d759964d4d5012b7c93e7.jpg https://i.pinimg.com/736x/de/80/96/de809656e3ad6df3a86792b95c0e6ced.jpg https://i.pinimg.com/736x/85/e3/70/85e37054a9248a57d93a644103976da3.jpg https://i.pinimg.com/736x/cd/db/ae/cddbaeb21caf764cbf9f5be312b16552.jpg https://i.pinimg.com/1200x/6f/2d/47/6f2d47e2d50b982bafd52615a72511e2.jpg https://i.pinimg.com/736x/15/3e/82/153e828cad9d3819e720f1e579582fa6.jpg https://i.pinimg.com/736x/30/61/4b/30614b62b6f62e2b45bf2c2242bdc067.jpg

Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. 14 καὶ καθὼς Μωϋσῆς ὕψω­σε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, 15 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. 16 οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. 17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ. (Ἰωάν. γ΄ 13-17)

Αδελφοί, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. ὅσοι θέλουσιν εὐπροσω­πῆσαι ἐν σαρκί, οὗτοι ἀναγκά­ζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυ­ρῷ τοῦ Χριστοῦ διώκωνται. οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυ­ρῷ τοῦ Κυρίου ἡμῶν Ἰη­σοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. ἐν γὰρ Χριστῷ­ ­Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν. (Γαλ. ς΄ 11-18)

Κυριακή 6 Σεπτεμβρίου 2026

Κυριακή ΙΔ΄ Ματθαίου

Παναγία

2 ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασι­λεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. 3 καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄ­­­ρι­στόν μου ἡτοίμασα, οἱ ταῦ­­ροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. 5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ· 6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρι­σαν καὶ ἀπέκτειναν. 7 ἀκούσας δὲ ὁ βασιλεὺς ἐ­­­­κεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. 8 τότε λέγει τοῖς δούλοις αὐ­­τοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· 9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅ­­­σους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. 10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. 11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γά­­μου, 12 καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώ­θη. 13 τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρα­­τε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐ­κεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14 πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.(Ματθ. κβ΄ 2-14)

21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός, 22 ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρρα­βῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. 23 Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. 24 οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε. Εκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. 2 εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; 3 καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ᾿ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. 4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγρα­ψα ὑμῖν διὰ πολλῶν δακρύ­ων, οὐχ ἵνα λυπηθῆτε, ἀλ­λὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑ­μᾶς.(Β΄ Κορ. α΄ 21 – β΄ 4)

Κυριακή 30 Αὐγούστου 2026

Παναγία

33 Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤ­­­ρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐ­­­ξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. 34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. 35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 36 πάλιν ἀπέστειλεν ἄλλους­ δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37 ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. 38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. 39 καὶ λαβόντες αὐτὸν ἐξ­­­έ­βαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. 40 ὅταν οὖν ἔλθῃ ὁ κύρι­­ος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; 41 λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵ­­τι­­­νες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς και­­ροῖς αὐτῶν. 42 λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπε­δοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμα­στὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.(Ματθ. κα΄ 33-42)

Ἀδελφοί, γρηγορεῖτε, στή­κετε ἐν τῇ πίστει, ἀνδρί­ζεσθε, κραταιοῦσθε. πάν­τα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Πα­ρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδα­τε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κο­πιῶντι. χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάν­τες. ἀσπάσασθε ἀλλήλους ἐν φι­λήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. μαρὰν ἀθᾶ. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.(Α΄ Κορ. ις΄ 13-24)

Παναγία   Παναγία

Ἡ Ἀποτομή Τιμίας Κεφαλῆς ἁγ.Ίωάννου Προδρόμου

Σάββατο 29 Αὐγούστου 2026

ἅγ.Ἰωάννης Πρόδρομος

Τέμνει κεφαλὴν χεὶρ μιαιφόνος ξίφει, Τοῦ χεῖρα θέντος εἰς κεφαλὴν Κυρίου. Εἰκάδι ἀμφ' ἐνάτῃ Προδρόμου τάμεν αὐχένα χαλκός.

Μνήμη δικαίου μετ᾽ ἐγκωμίων· σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον· ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾅδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.



Ἀπόδοση ἑορτῆς Κοιμήσεως τῆς Θεοτόκου

Κυριακή 23 Αὐγούστου 2026

κοίμηση Θεοτόκου

38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυ­νὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶ­το περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακο­νεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μα­ρία δὲ τὴν ἀγαθὴν μερίδα ἐ­­­ξελέξατο, ἥτις οὐκ ἀ­φαι­ρε­θήσεται ἀπ᾿ αὐτῆς. ια΄ 27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μα­στοὶ οὓς ἐθήλασας. 28 αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν. (Λουκ. ι΄ 38-42, ια΄ 27-28)

Ἀδελφοί, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θε­­­οῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκέ­νωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχή­ματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέ­­­­χρι θανάτου, θανάτου δὲ σταυροῦ. διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχα­ρί­­σατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμ­ψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομο­­­λογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός. (Φιλιπ. β΄ 5-11)

Κυριακή 16 Αὐγούστου 2026

23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. 26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε, μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω. 27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. 29 πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ ἀποδώσω σοι· 30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. 31 ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. 32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με. 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; 34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. 35 Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν. (Ματθ. ιη΄ 23-35)

(Α΄ Κορ. θ΄ 2-12) 2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπό­στο­λος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀπο­­στο­λῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ. 3 ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστί. 4 Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; 5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; 6 ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; 7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρ­ποῦ αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; 8 Μὴ κατὰ ἄνθρωπον ταῦ­τα λαλῶ; ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; 9 ἐν γὰρ τῷ Μωσέως νό­μῳ γέγραπται· οὐ φιμώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; 10 ἢ δι᾿ ἡμᾶς πάντως λέγει; δι᾿ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ᾿ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾿ ἐλπίδι. 11 Εἰ ἡμεῖς ὑμῖν τὰ πνευμα­τικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; 12 εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλ­λον ἡμεῖς; ἀλλ᾿ οὐκ ἐχρη­σάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.(Α΄ Κορ. θ΄ 2-12)

Ἡ Κοίμηση τῆς Θεοτόκου

Σάββατο 15 Αὐγούστου 2026

κοίμηση Θεοτόκου

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.(Κατά Λουκάν ι΄ 38-42, ια΄ 27-28)

Ἀδελφοί, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος ᾿Ιησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.(Προς Φιλιππησίους β΄5–11)

Κυριακή I΄ Ματθαίου

Κυριακή 9 Αὐγούστου 2026

θεραπεία σεληνιαζομένου

14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· 15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 21 τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 22 Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
(Ματθ. ιζ΄ 14-23)

Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐ­σχά­τους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐ­γε­­­νήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ἡμεῖς μω­ροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀ­σθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶ­μεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦ­μεν καὶ κοπιῶ­μεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διω­κό­με­­­νοι ἀνε­χόμεθα, βλασφημούμενοι πα­ρακαλοῦμεν· ὡς περικα­θάρ­ματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πα­τέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. παρακαλῶ οὖν ὑ­μᾶς, μιμηταί μου γίνεσθε. (Α’ Κορ. δ΄ 9-16)

Κυριακὴ Θ' Ματθαίου

Κυριακή 2 Αὐγούστου 2026

ἐπί τῶν κυμάτων

22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 καὶ ἀπολύσας τοὺς ὄ­χ­­λους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. ὀ­­­­ψίας δὲ γενομένης μόνος ἦν ἐ­­­κεῖ. 24 τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανι­­ζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. 26 καὶ ἰδόντες αὐτὸν οἱ μα­­θηταὶ ἐπὶ τὴν θάλασσαν πε­ριπατοῦντα ἐταράχθησαν­ λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔ­­­κραξαν. 27 εὐθέως δὲ ἐλάλησεν αὐ­­τοῖς ὁ Ἰησοῦς λέγων· θαρ­σεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. 28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. 29 ὁ δὲ εἶπεν, ἐλθέ. καὶ κα­ταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέ­τρος περιεπάτησεν ἐπὶ τὰ ὕ­­­­δατα ἐλθεῖν πρὸς τὸν Ἰη­­σοῦν. 30 βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρ­ξά­μενος καταποντίζεσθαι­ ἔ­­­κραξε λέγων· Κύριε, σῶσόν με. 31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκ­­­τείνας τὴν χεῖρα ἐπελάβε­το αὐτοῦ καὶ λέγει αὐτῷ· ὀλι­γόπιστε! εἰς τί ἐδίστα­σας; 32 καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνε­μος· 33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλ­θόντες προσεκύνησαν αὐ­­τῷ λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς εἶ. 34 Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.(Ματθ. ιδ΄ 22-34)

9 Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. 10 Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· 11 θεμέλιον γὰρ ἄλλον οὐ­δεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰη­σοῦς Χριστός. 12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυ­­σόν, ἄργυρον, λίθους τιμί­ους, ξύλα, χόρτον, καλά­μην, 13 ἑκάστου τὸ ἔργον φανε­ρὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. 14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· 15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. 16 Οὐκ οἴδατε ὅτι ναὸς Θε­οῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; 17 εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.(Α΄ Κορ. γ΄ 9-17)

Ἡ ἁγία Παρασκευή

Ἡ Μεταμόρφωση τοῦ Σωτῆρος

Πέμπτη 6 Αὐγούστου 2026

Ἡ Μεταμόρφωση

Καὶ μεθ᾿ ἡμέρας ἓξ παρα­λαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰω­άννην τὸν ἀδελφὸν αὐ­τοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄ­­­ρος ὑψηλὸν κατ᾿ ἰδίαν· 2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥ­­­λιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγέ­νετο λευκὰ ὡς τὸ φῶς. 3 καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. 4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. 5 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκία­­σεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός­­ ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. 6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 7 καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐ­­­γέρθητε καὶ μὴ φοβεῖσθε. 8 ἐπάραντες δὲ τοὺς ὀφθαλ­μοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. 9 καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.(Ματθ. ιζ΄ 1-9)

10 διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦ­ντες οὐ μὴ πταίσητέ ποτε. 11 οὕτω γὰρ πλουσίως ἐπι­χο­ρηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. 12 Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρού­σῃ ἀληθείᾳ. 13 δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾿ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, 14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι. 15 σπουδάσω δὲ καὶ ἑκά­στοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνή­­μην ποιεῖσθαι. 16 οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ᾿ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. 17 λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φω­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­νῆς ἐνεχθείσης αὐτῷ τοιᾶσ­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­δε ὑπὸ τῆς μεγαλο­πρε­­­­­­ποῦς δόξης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀ­γα­πη­τός, εἰς ὃν ἐγὼ εὐδό­κησα, – 18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρα­νοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ. 19 καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν. (Β΄ Πέτρου α΄ 10-19)

Κυριακὴ Η' Ματθαίου

Κυριακή 26 Ἰουλίου 2026

Ἡ ἁγία Παρασκευή

14 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶ­δε πολὺν ὄχλον, καὶ ἐσ­πλαγ­χνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. 15 ὀψίας δὲ γενομένης προ­σῆλθον αὐτῷ οἱ μαθηταὶ αὐ­τοῦ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄ­­­­χ­­λους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑ­­­­αυτοῖς βρώματα. 16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 ὁ δὲ εἶπε· φέρετέ μοι αὐ­­τοὺς ὧδε. 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους,­ οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. 22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐ-τοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.(Ματθ. ιδ΄ 14-22)

Αδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρου­ρού­­μεθα συγκεκλει­σμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκα­λυ­φθῆ­ναι. ὥστε ὁ νόμος παιδαγωγὸς ἡ­μῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πί­στεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐ­σμεν. πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾿Ιησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. οὐκ ἔνι ᾿Ιουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾿Ιησοῦ. εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾿Αβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾿ ὅσον χρό­νον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰ­κο­νόμους ἄχρι τῆς προθεσμίας τοῦ πα­­­τρός. οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.(Γαλ. γ΄ 23 – δ΄ 5)

Ὁ πολλαπλασιασμός τῶν ἄρτων

Κυριακὴ τῶν Ἁγίων Πατέρων τῆς Δ΄ Οἰκ. Συνόδου

Κυριακή 19 Ἰουλίου 2026

Πατέρες Δ' Οἰκουμενικῆς Συνόδου

14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. 16 οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. 18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. 19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.(Ματθ. ε΄ 14-19)

Τέκνον Τίτε, πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ μετ' ἐμοῦ πάντες. Ἂσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν. (Τίτ. γ΄ 8-15)





Κυριακή στ´ Ματθαίου

Θεραπεία τοῦ παραλυτικοῦ

Κυριακή 12 Ἰουλίου 2026

θεραπεία παραλυτικοῦ

Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 2 Καὶ ἰδοὺ προσέφερον αὐ­τῷ παραλυτικὸν ἐπὶ κλίνης­ βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶ­­πε τῷ παραλυτικῷ· θάρσει,­ τέ­κνον· ἀφέωνταί σοι αἱ ἁμαρ­τίαι σου. 3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ. 4 καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; 5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁ­­­μαρ­τίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; 6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 8 ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύ­μασαν καὶ ἐδόξασαν τὸν Θε­­ὸν τὸν δόντα ἐξουσίαν τοι­αύτην τοῖς ἀνθρώποις. E΄ Ματθαίου (Ματθ. θ΄ 1-8)

Ἀδελφοί, έχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, ὁ μεταδιδούς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι.Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες.Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.( Προς Ρωμαίους ιβ΄ 6-14)





Κυριακή ε´ Ματθαίου

Θεραπεία τῶν δαιμονιζομένων

θεραπεία δαιμονιζομένων

28 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γερ­γεσηνῶν ὑπήντησαν αὐ­τῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύ­ειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29 καὶ ἰδοὺ ἔκραξαν λέγον­τες· τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30 ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 οἱ δὲ δαίμονες παρεκά­λουν αὐτὸν λέγοντες· εἰ ἐκ­βάλλεις ἡμᾶς, ἐπίτρεψον ἡ­­­­μῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. 32 καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλ­θον εἰς τὴν ἀγέλην τῶν χοί­ρων· καὶ ἰδοὺ ὥρμησε πᾶ­σα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θά­λασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. 34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.(Ματθ. η΄ 28 – θ΄ 1)

άγ.Πέτρος-Παῦλος

18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. 19 καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. 22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. 23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. (Ματθ. δ´ 18 - 23)

οἱ ἅγιοι   οἱ ἅγιοι   οἱ στρατιωτικοί ἅγιοι   ὑπεραγία Θεοτόκε

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.

῾Ο φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.

Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ᾿Ισραήλ. καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

φιλοξενία  Αβράμ

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

συναξάρι πεντηκοστή

Απολυτίκιο (Ἦχος πλ. δ’)
«Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.»

Κοντάκιο (Ἦχος πλ. δ’)
«Ὅτε καταβάς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος, ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἕνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ Πανάγιον Πνεῦμα.»

Συναξάρι Δευτέρας τοῦ Ἁγίου Πνεύματος
«Τη αύτη ήμερα, Δευτέρα της Πεντηκοστής, αυτό το Πανάγιον και ζωοποιόν και παντοδύναμον εορτάζομεν Πνεύμα, τον ένα της Τριάδος Θεόν, το ομότιμον και ομοούσιον και ομόδοξον τω Πατρί και τω Υίω.»





Τό Ψυχοσάββατον

κόλλυβα

Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.





Ἡ Πόλις ἑάλω

ψηφιδωτό αγίας σοφίας

Ὁ Στήβεν Ράνσιμαν γιά την ἅλωση τῆς Πόλης

Ἡ τραγωδία ἦταν τελική.Στις 29 Μαῒου 1453 ἕνας πολιτισμός σαρώθηκε ἀμετάκλητα. Εἶχε ἀφήσει μιά ἔνδοξη κληρονομία στά γράμματα καί στήν τέχνη.Εἶχε βγάλει χῶρες ὁλόκληρες ἀπό την βαρβαρότητα καί εἶχε δώσει σέ ἄλλες τήν ἐκλέπτυνση τῶν ἠθῶν. Ἡ δύναμή του καί ἡ εὐφυῒα του προστάτεψαν πολλούς αἰῶνες τήν χριστιανωσύνη. Γιά ἔντεκα αἰῶνες ἡ Κωνσταντινούπολη ἦταν τό κέντρο ἑνός κόσμου φωτός.Τό ζωηρό πνεῦμα , τά ἐνδιαφέροντα καί ἡ ἀγάπη για τήν ὀμορφιά τῶν Ἑλλήνων, ἡ ὑπερήφανη ἰσχύς και ἡ διοικητική ἱκανότητα τῶν Ρωμαίων, ἡ ὑπερβατική ὁρμή τῶν χριστιανῶν τῆς Ἀνατολῆς , που εἶχαν ἑνωθεῖ μαζί σέ ἕνα ρευστό εὐπαθές σύνολο, ὅλα τώρα ἀποκοιμήθηκαν. Ἡ Κωνσταντινούπολη ἔγινε ἡ ἕδρα τῆς θηριωδίας , τῆς ἀμάθειας , τῆς μεγαλόπρεπης ἀκαλαισθησίας. Μόνο στά Ρωσικά παλάτια , που ἀπό πάνω τους φτερούγιζε ὁ δικέφαλος , τό ἔμβλημα τοῦ οἴκου τῶν Παλαιολόγων, ἐμείνανε γιά λίγους ἀκόμα αἰῶνες μερικά ἴχνη βυζαντινά -- μόνο ἐκεῖ , καί σέ κάτι σκοτεινές αἴθουσες κοντά στόν Κεράτιο κόλπο , χωμένες ἀνάμεσα στά σπίτια τοῦ Φαναρίου , ὅπου ὁ πατριάρχης διατηροῦσε τήν ἄσημη αὐλήτου , ἔχοντας τό ἐλεύθερο ἀπό τήν πολιτικότητα τοῦ κατακτητή σουλτάνου καί χάρη στούς μόχθους τοῦ Γεωργίου Γενναδίου Σχολαρίου , νά κυβερνάει τόν ὑπόδουλο χριστιανικό κόσμο καί νά τοῦ χαρίζει μιά κάποια σιγουριά ...Ὁ δικέφαλος ἀετός ὅμως δέν φτερουγίζει πιά στήν Ρωσία , καί τό Φανάριον ἔχει βυθιστεῖ στήν ἀβεβαιότητα καί τόν φόβο. .Τά τελευταῖα λείψανα ψυχομαχοῦν ἤ εἶναι νεκρά.

Ὄλα ἔγιναν ὅπως ἀκριβῶς τά εἶχαν προείπει οἱ μαντεις του Βυζαντίου, οἱ προφῆτες που μιλοῦσαν ἀδιάκοπα για τήν κακή μοίρα ὁπου ἐζύγωνε , γιά τίς τελευταῖες ἡμέρεσ τῆς Πόλης. Οἱ κουρασμένοι Βυζαντινοί ἤξεραν ὅτι τό μαῦρο ριζικό που τόσο συχνά εἶχαν φοβηθεῖ, κάποια ἡμέρα σίγουρα θά τους ἔβρισκε. Τί σημασία ὅμως εἶχε; Οἱ θρῆνοι ἦταν ἀνώφελοι. Ὁ κόσμος αὐτός δέν ἦταν παρά μιά ἀνόητη παρῳδία, γεμάτη πόνο, θλιβερές ἀναμνήσεις καί θλιβερά προαισθήματα. Ἡ γαλήνη καί ἡ ἀληθινή εὐτυχία βρίσκονται πέρα ἀπό δῶ. Τί ἦταν ὁ Αυτοκράτορας , ὁ ἰσότιμος τῶν ἀποστόλων, τί ἦταν ἀκόμα κι' αυτή ἡ ἴδια ἡ Κωνσταντινούπολη, ἡ μεγάλη Πόλη , ἡ ἀγαπημένη τοῦ Θεοῦ καί τῆς Μητέρας του, σέ σύγκριση μέ τόν Χριστό Παντοκράτορα καί τά μεγαλειώδη δώματα τοῦ οὐρανοῦ;

Ἡ Ρωμανία Πάρθεν

Αυτές τες μέρες διάβαζα δημοτικά τραγούδια,
για τ’ άθλα των κλεφτών και τους πολέμους,
πράγματα συμπαθητικά· δικά μας, Γραικικά.

Διάβαζα και τα πένθιμα για τον χαμό της Πόλης
«Πήραν την Πόλη, πήραν την· πήραν την Σαλονίκη».
Και την Φωνή που εκεί που οι δυο εψέλναν,
«ζερβά ο βασιλιάς, δεξιά ο πατριάρχης»,
ακούσθηκε κι είπε να πάψουν πια
«πάψτε παπάδες τα χαρτιά και κλείστε τα βαγγέλια»
πήραν την Πόλη, πήραν την· πήραν την Σαλονίκη.

Όμως απ’ τ’ άλλα πιο πολύ με άγγιξε το άσμα
το Τραπεζούντιον με την παράξενή του γλώσσα
και με την λύπη των Γραικών των μακρινών εκείνων
που ίσως όλο πίστευαν που θα σωθούμε ακόμη.

Μα αλίμονον μοιραίον πουλί «απέ την Πόλην έρται»
με στο «φτερούλν’ αθε χαρτίν περιγραμμένον
κι ουδέ στην άμπελον κονεύ’ μηδέ στο περιβόλι
επήγεν και εκόνεψεν στου κυπαρίσ’ την ρίζαν».
Οι αρχιερείς δεν δύνανται (ή δεν θέλουν) να διαβάσουν
«Χέρας υιός Γιαννίκας έν» αυτός το παίρνει το χαρτί,
και το διαβάζει κι ολοφύρεται.
«Σίτ’ αναγνώθ’ σίτ’ ανακλαίγ’ σίτ’ ανακρούγ’ την κάρδιαν.
Ν’ αοιλλή εμάς, να βάι εμάς, η Ρωμανία πάρθεν.»

Kαβάφης





Kυριακή τῶν Ἁγίων Πατέρων Α᾿ Οἰκουμενικῆς Συνόδου

Ἁγιοι Πατέρες Α Οἰκουμενικής Συνόδου

«Των Αγίων Πατέρων ο χορός, εκ των ιταμών της οικουμένης συνδραμών, την τριάδα την ομοούσιον, μίαν ουσίαν και θεότητα, ευσεβώς εδογμάτισε, και το μυστήριον της θεολογίας, τρανώς παρέδωκε τη Εκκλησία, ούς αινουντες εν πίστει, μακαρίσωμεν λέγοντες.

Ω θεία παρεμβολή, θεηγόροι οπλίται, παρατάξεως Κυρίου, αστέρες πολύφωτοι, του νοητού στερεώματος, της μυστικής Σιών οι ακαθαίρετοι πύργοι, τα μυρίπνοα άνθη του Παραδείσου, τα πάγχρυσα στόματα του Λόγου, Νικαέων το καύχημα, οικουμένης αγλάισμα, εκτενώς πρεσβεύσατε, υπέρ των ψυχών ημών.»

Ἡ Ἀνάληψη τοῦ Κυρίου

Ἀνάληψη Κυρίου

Ἀνελήφθης ἐν δόξῃ Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ Ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Λυτρωτὴς τοῦ κόσμου.

«Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος,καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος,ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε,Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο·ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνη,πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.»