|
30 ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν· ἀλλ᾽ ἴθι, μή μ᾽ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι.» Ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ ὁ γέρων καὶ ἐπείθετο μύθῳ· βῆ δ᾽ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης· πολλὰ δ᾽ ἔπειτ᾽ ἀπάνευθε κιὼν ἠρᾶθ᾽ ὁ γεραιὸς 35 Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ· «κλῦθί μευ ἀργυρότοξ᾽, ὃς Χρύσην ἀμφιβέβηκας Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις, Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ᾽ ἐπὶ νηὸν ἔρεψα, ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾽ ἔκηα 40 ταύρων ἠδ᾽ αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ· τείσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.» Ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Φοῖβος Ἀπόλλων, βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων χωόμενος κῆρ, τόξ᾽ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην· 45 ἔκλαγξαν δ᾽ ἄρ᾽ ὀϊστοὶ ἐπ᾽ ὤμων χωομένοιο, αὐτοῦ κινηθέντος· ὁ δ᾽ ἤϊε νυκτὶ ἐοικώς. ἕζετ᾽ ἔπειτ᾽ ἀπάνευθε νεῶν, μετὰ δ᾽ ἰὸν ἕηκε· δεινὴ δὲ κλαγγὴ γένετ᾽ ἀργυρέοιο βιοῖο· οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, 50 αὐτὰρ ἔπειτ᾽ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς βάλλ᾽· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί. Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο, τῇ δεκάτῃ δ᾽ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς· τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·
30 | ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λ έ χ ος ἀ ν τ ι ν ό ω σ α ν ν· ἀλλ᾽ ἴθι, μή μ᾽ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι.» Ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ ὁ γέρων καὶ ἐπείθετο μύθῳ· βῆ δ᾽ ἀ κ έ ω ν ν ν ν παρὰ θ ῖ ν α α α α α πολυφλοίσβοιοθαλάσσης· πολλὰ δ᾽ ἔπειτ᾽ ἀ π ά νευθε κ ι ώ ν ν ν ν ἠρᾶθ᾽ ὁ γεραιὸς 35 Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ· « κ λ ῦ θ ί ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ί μευ ἀργυρότοξ᾽, ὃς Χρύσην α ἀμφιβέβηκας Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶ φ ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ἀνάσσεις, Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ᾽ ἐπὶ νηὸν ἔ ρ ε ψ α α α α α α, ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾽ ἔ κ η α α α α α α α α α α α α α α α α α α α α α α α α 40 ταύρων ἠδ᾽ αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ τείσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.» Ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Φοῖβος Ἀπόλλων, βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων χωόμενος κῆρ, τόξ᾽ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην· 45 ἔκλαγξαν δ᾽ ἄρ᾽ ὀϊστοὶ ἐπ᾽ ὤμων χωομένοιο, αὐτοῦ κινηθέντος· ὁ δ᾽ ἤϊε νυκτὶ ἐοικώς. ἕζετ᾽ ἔπειτ᾽ ἀπάνευθε νεῶν, μετὰ δ᾽ ἰόν ἕηκε· δεινὴ δὲ κλαγγὴ γένετ᾽ ἀργυρέοιο βιοῖο· οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, 50 αὐτὰρ ἔπειτ᾽ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς βάλλ᾽· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί. Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο, τῇ δεκάτῃ δ᾽ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς· τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη· |
|---|