64.1 Πρὸς ταῦτα, τί φήσουσιν ἡμῖν οἱ τὸν τῦφον ἐγκαλοῦντες ἐκείνῳ καὶ τὴν ὀφρύν, οἱ πικροὶ τῶν τηλικού των κριταί, καὶ τῷ κανόνι τοὺς οὐ κανόνας προσάγοντες; Ἔστι λεπροὺς μὲν ἀσπάζεσθαι καὶ μέχρι τούτου συνταπει νοῦσθαι, τῶν δὲ ὑγιαινόντων κατοφρυᾶσθαι; Καὶ τήκειν μὲν τὰς σάρκας δι' ἐγκρατείας, τὴν ψυχὴν δὲ οἰδαίνειν κενῷ φρυάγματι; 64.2 Καὶ τοῦ μὲν Φαρισαίου καταγινώσκειν καὶ διηγεῖσθαι τὴν ἐξ ὄγκου ταπείνωσιν, καὶ Χριστὸν εἰδέναι μέχρι δούλου μορφῆς κατελθόντα καὶ τελώναις συνέσθοντα καὶ νίπτοντα τοὺς πόδας τῶν μαθητῶν καὶ σταυρὸν οὐκ ἀπαξιοῦντα, ἵνα προσηλώσῃ τὴν ἐμὴν ἁμαρτίαν, –καίτοι τί τούτου παραδοξότερον, Θεὸν σταυρούμενον βλέπειν, καὶ τοῦ τον μετὰ λῃστῶν, καὶ ὑπὸ τῶν παριόντων γελώμενον, τὸν ἀνάλωτον καὶ τοῦ παθεῖν ὑψηλότερον· –αὐτὸν δὲ ὑπερ νεφεῖν καὶ μηδὲν γινώσκειν ὁμότιμον, ὃ δοκεῖ τοῖς ἐκείνῳ βασκαίνουσιν; 64.3 Ἀλλ' οἶμαι τὸ τοῦ ἤθους εὐσταθὲς καὶ βεβηκὸς καὶ ἀπεξεσμένον τῦφον ὠνόμασαν. Οἱ δ' αὐτοί μοι δοκοῦσι ῥᾳδίως ἂν καὶ τὸν ἀνδρεῖον καλέσαι θρασὺν καὶ δειλὸν τὸν περιεσκεμμένον καὶ τὸν σώφρονα μισάνθρωπον καὶ τὸν δίκαιον ἀκοινώνητον. Καὶ γὰρ οὐ φαύλως τοῦτό τινες πεφιλοσοφήκασιν, ὅτι παραπεπήγασι ταῖς ἀρεταῖς αἱ κακίαι, καί εἰσί πως ἀγχίθυροι· καὶ ῥᾷστον ἄλλο τι ὄντα ἕτερον νομισθῆναι τοῖς μὴ τὰ τοιαῦτα πεπαιδευμένοις. 64.4 Τίς γὰρ ἐκείνου μᾶλλον ἢ ἀρετὴν ἐτίμησεν, ἢ κακίαν ἐκόλασεν, ἢ χρηστὸς ὤφθη τοῖς κατορθοῦσιν, ἢ τοῖς ἁμαρ τάνουσιν ἐμβριθής· οὗ καὶ τὸ μειδίαμα πολλάκις ἔπαινος ἦν, καὶ τὸ σιωπᾶν ἐπιτίμησις, οἰκείῳ συνειδότι τὸ κακὸν βασανίζουσα; Εἰ δὲ μὴ στωμύλος τις ἦν, μηδὲ γελοιαστὴς καὶ ἀγοραῖος, μηδὲ τοῖς πολλοῖς ἀρέσκων, ἐκ τοῦ πᾶσι πάντα γίνεσθαι καὶ χαρίζεσθαι, τί τοῦτο; 64.5 Οὐκ ἐπαινε τέος μᾶλλον ἢ μεμπτέος τοῖς γε νοῦν ἔχουσιν; Εἰ μὴ καὶ τὸν λέοντα αἰτιῷτό τις ὅτι μὴ πιθήκειον βλέπει, ἀλλὰ βλο συρὸν καὶ βασιλικόν, οὗ καὶ τὰ σκιρτήματα γενναῖα καὶ μετὰ θαύματος ἀγαπώμενα· καὶ τοὺς ἐπὶ τῆς σκηνῆς θαυμάζοι, ὡς ἡδεῖς τε καὶ φιλανθρώπους, ὅτι τοῖς δήμοις χαρίζονται καὶ κινοῦσι γέλωτα τοῖς ἐπὶ κόρρης ῥαπίσμασι καὶ ψοφή μασι. 64.6 Καίτοι κἂν εἰ τοῦτο ζητοίημεν, τίς μὲν οὕτως ἡδὺς ἐν ταῖς συνουσίαις, ὅσα ἐμὲ γινώσκειν τὸν μάλιστα ἐκείνου πεπειραμένον; Τίς διηγήσασθαι χαριέστερος; Τίς μὲν σκῶψαι παιδευτικῶς, τίς δὲ καθάψασθαι ἁπαλῶς; Καὶ μήτε τὴν ἐπιτίμησιν θράσος ποιῆσαι μήτε τὴν ἄνεσιν ἔκλυ σιν, ἀλλ' ἀμφοτέρων τὴν ἀμετρίαν φυγεῖν, ἀμφοτέροις σὺν λόγῳ καὶ καιρῷ χρώμενον, κατὰ τοὺς Σολομῶντος νόμους, παντὶ πράγματι καιρὸν διατάξαντος.
65.1 Ἀλλὰ τί ταῦτα πρὸς τὴν ἐν λόγοις τοῦ ἀνδρὸς ἀρετὴν καὶ τὸ τῆς διδασκαλίας κράτος τὰ πέρατα οἰκειού μενον; Ἔτι περὶ τοὺς πρόποδας τοῦ ὄρους στρεφόμεθα, τῆς ἄκρας ἀπολειπόμενοι· ἔτι πορθμὸν διαπερῶμεν, ἀφέντες τὸ μέγα καὶ βαθὺ πέλαγος. 65.2 Οἶμαι γὰρ εἴ τις ἐγένετο ἢ γενήσεται σάλπιγξ ἐπὶ πολὺ τοῦ ἀέρος φθάνουσα, ἢ Θεοῦ φωνὴ τὸν κόσμον περιλαμβάνουσα, ἢ σεισμὸς οἰκουμένης ἔκ τινος καινοτομίας καὶ θαύματος, ταῦτα εἶναι τὴν ἐκείνου φωνὴν καὶ διάνοιαν, τοσοῦτον ἅπαντας ἀπολείπουσαν καὶ κάτω τιθεῖσαν, ὅσον τὴν τῶν ἀλόγων φύσιν ἡμεῖς. 65.3 Τίς μὲν ἑαυτὸν ἐκάθηρε μᾶλλον τῷ Πνεύματι, καὶ ἄξιον τοῦ διηγεῖσθαι τὰ θεῖα παρεσκεύασε; Τίς δὲ μᾶλλον ἐφωτίσθη φῶς γνώσεως καὶ διέκυψεν εἰς τὰ βάθη τοῦ Πνεύ ματος καὶ μετὰ Θεοῦ τὰ περὶ Θεοῦ διεσκέψατο; Τίς δὲ λόγον ἔσχεν ἀμείνω τῶν νοηθέντων ἑρμηνευτήν, ὡς μηδ' ἑτέρῳ σκάζειν, κατὰ τοὺς πολλούς, ἢ νῷ λόγον οὐκ ἔχοντι, ἢ λόγῳ μὴ κατὰ νοῦν βεβηκότι· ἀλλ' ἀμφοτέρωθεν ὁμοίως εὐδοκιμεῖν, καὶ αὐτὸν ἶσον ἑαυτῷ φαίνεσθαι, καὶ ὄντως ἄρτιον; 65.4 Πάντα μὲν ἐρευνᾶν, καὶ τὰ βάθη τοῦ Θεοῦ, τῷ Πνεύματι μεμαρτύρηται, οὐχ ὡς ἀγνοοῦντι, ἀλλ' ὡς ἐντρυφῶντι τῇ θεωρίᾳ. Πάντα δὲ ἐκείνῳ διηρεύνηται τὰ τοῦ Πνεύματος, ἐξ ὧν ἦθος ἅπαν ἐπαίδευσε καὶ ὑψηγορίαν ἐδί δαξε καὶ τῶν παρόντων ἀπανέστησε καὶ πρὸς τὰ μέλλοντα μετεσκεύασεν.
66.1 Ἡλίου μὲν ἐπαινεῖται παρὰ τῷ ∆αβὶδ κάλλος καὶ μέγεθος καὶ δρόμου τάχος καὶ δύναμις, λάμποντος ὡς νυμφίου, εὐμεγέθους ὡς γίγαντος, οὗ καὶ τὸ πολὺ διαβαίνειν ἔχει δύναμιν τοσοῦτον ὡς ἀπ' ἄκρων τὰ ἄκρα ἰσοτίμως καταφωτίζειν, καὶ μηδὲν ἐλαττοῦσθαι τὴν θερμὴν τοῖς διαστήμασι· 66.2 τοῦ δὲ κάλλος μὲν ἡ ἀρετή, μέγεθος δὲ ἡ θεολογία, δρόμος δὲ τὸ ἀεικίνητον καὶ μέχρι Θεοῦ φέρον ταῖς ἀναβάσεσι, δύναμις δὲ ἡ τοῦ λόγου σπορὰ καὶ διάδοσις· ὥστε ἐμοί γε, οὐδὲ τοῦτο εἰπεῖν ὀκνητέον, τὸ εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν φθόγγον αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν ῥημάτων τὴν δύναμιν· ὃ περὶ τῶν ἀπο στόλων ὁ Παῦλος ἔφησε, παρὰ ∆αβὶδ ἐκδεξάμενος. 66.3 Τίς μὲν ἄλλη συλλόγου σήμερον χάρις; Τίς δὲ συμποσίων ἡδονή; Τίς δὲ ἀγορῶν; Τίς δὲ ἐκκλησιῶν; Τίς τῶν ἐν τέλει καὶ τῶν μετ' ἐκείνους τρυφή; Τίς μοναστῶν ἢ μιγά δων; Τίς τῶν ἀπραγμόνων ἢ τῶν ἐν πράγματι; Τίς τῶν τὰ ἔξωθεν φιλοσοφούντων ἢ τὰ ἡμέτερα; Μία καὶ διὰ πάντων καὶ ἡ μεγίστη, τὰ ἐκείνου συγγράμματα καὶ πονήματα. 66.4 Οὐδὲ γραφεῦσιν εὐπορία τις ἄλλη μετ' ἐκεῖνον ἢ τὰ ἐκεί νου συγγράμματα. Σιωπᾶται τὰ παλαιά, ὅσα τινὲς τοῖς θείοις λογίοις ἐνίδρωσαν· βοᾶται τὰ νέα, καὶ οὗτος ἄριστος ἡμῖν ἐν λόγοις, ὃς ἂν τὰ ἐκείνου μάλιστα τυγχάνῃ γινώ σκων καὶ διὰ γλώσσης φέρων καὶ συνετίζων τὰς ἀκοάς· ἤρκεσε γὰρ εἷς ἀντὶ πάντων τοῖς σπουδαιοτέροις εἰς παί δευσιν.
67.1 Ἐγὼ τοῦτο μόνον αὐτοῦ διηγήσομαι. Ὅταν τὴν ἑξαήμερον αὐτοῦ μεταχειρίζωμαι καὶ διὰ γλώσσης φέρω, μετὰ τοῦ κτίστου γίνομαι, καὶ γινώσκω κτίσεως λόγους, καὶ θαυμάζω τὸν κτίστην πλέον ἢ πρότερον, ὄψει μόνῃ διδασκάλῳ χρώμενος. Ὅταν τοῖς ἀντιρρητικοῖς ἐντύχω λόγοις, τὸ Σοδομιτικὸν ὁρῶ πῦρ, ᾧ τεφροῦνται γλῶσσαι πονηραὶ καὶ παράνομοι, ἢ τὸν Χαλανῆς πύργον, κακῶς μὲν οἰκοδομούμενον, καλῶς δὲ λυόμενον. 67.2 Ὅταν τοῖς περὶ Πνεύματος, εὑρίσκω Θεὸν ὃν ἔχω, καὶ παρρησιάζομαι τὴν ἀλήθειαν, ἐπιβατεύων τῆς ἐκείνου θεολογίας καὶ θεω ρίας. Ὅταν ταῖς ἄλλαις ἐξηγήσεσιν, ἃς τοῖς μικρὰ βλέ πουσιν ἀναπτύσσει, τρισσῶς ἐν ταῖς στερραῖς ἑαυτοῦ πλαξὶ τῆς καρδίας ἀπογραψάμενος, πείθομαι μὴ μέχρι τοῦ γράμ ματος ἵστασθαι, μηδὲ βλέπειν τὰ ἄνω μόνον, ἀλλὰ καὶ περαιτέρω διαβαίνειν καὶ εἰς βάθος ἔτι χωρεῖν ἐν βάθους, ἄβυσσον ἀβύσσῳ προσκαλούμενος καὶ φωτὶ φῶς εὑρίσκων, μέχρις ἂν φθάσω πρὸς τὸ ἀκρότατον. 67.3 Ὅταν ἀθλητῶν ἐγκωμίοις προσομιλήσω, περιφρονῶ τὸ σῶμα καὶ σύνειμι τοῖς ἐπαινουμένοις καὶ πρὸς τὴν ἄθλησιν διεγείρομαι. Ὅταν ἠθικοῖς λόγοις καὶ πρακτικοῖς, καθαίρομαι ψυχὴν καὶ σῶμα, καὶ ναὸς Θεοῦ γίνομαι δεκτικός, καὶ ὄργανον κρουό μενον Πνεύματι καὶ θείας ὑμνῳδὸν δόξης τε καὶ δυνά μεως· τούτῳ μεθαρμόζομαι καὶ ῥυθμίζομαι καὶ ἄλλος ἐξ ἄλλου γίνομαι, τὴν θείαν ἀλλοίωσιν ἀλλοιούμενος.
68.1 Ἐπεὶ δὲ θεολογίας ἐμνήσθην, καὶ τῆς περὶ τοῦτο τοῦ ἀνδρὸς μάλιστα μεγαλοφωνίας, ἔτι κἀκεῖνο προσ θήσω τοῖς εἰρημένοις· χρησιμώτατον γὰρ τοῖς πολλοῖς, τοῦ μὴ βλάπτεσθαι, τὴν χείρω περὶ αὐτοῦ δόξαν ἔχοντας. Πρὸς δὲ τοὺς κακούργους ὁ λόγος, οἳ τοῖς ἑαυτῶν κακοῖς βοη θοῦσιν, ἐξ ὧν ἄλλοις ἐπηρεάζουσιν. 68.2 Ἐκεῖνος γὰρ ἕνεκα τοῦ ὀρθοῦ λόγου καὶ τῆς κατὰ τὴν ἁγίαν Τριάδα συναφείας καὶ συνθεΐας, ἢ οὐκ οἶδ' ὅ τι κυριώτερον χρὴ εἰπεῖν καὶ σαφέστερον, μὴ ὅτι θρόνων ἐκπεσεῖν, οἷς οὐδὲ ἀπ' ἀρχῆς ἐπεπήδησεν, ἀλλὰ καὶ φυγὴν καὶ θάνατον καὶ τὰς πρὸ τοῦ θανάτου κολάσεις προθύμως ἐδέξατο ἂν ὡς κέρδος, οὐ κίνδυνον. 68.3 ∆ηλοῖ δὲ οἷς τε ἤδη πεποίηκεν, οἷς τε πέπονθεν· ὅς γε καὶ ἐξορίαν ὑπὲρ τῆς ἀληθείας κατακριθείς, τοσοῦτον ἐπραγματεύσατο μόνον, ὅσον ἑνὶ τῶν ἀκολούθων εἰπεῖν, ἀραμένῳ τὸ πυκ τίον ἀκολουθεῖν. Οἰκονομεῖν δὲ τοὺς λόγους ἐν κρίσει τῶν ἀναγκαίων ἐνόμιζε, τῷ θείῳ ∆αβὶδ περὶ τούτου συμβούλῳ χρώμενος, καὶ μικρὸν ὅσον τὸν τοῦ πολέμου καιρὸν διαφέ ρειν, καὶ τὴν τῶν αἱρετικῶν δυναστείαν, ἕως ὁ τῆς ἐλευ θερίας καὶ τῆς αἰθρίας ἐπιλάβοι καιρὸς καὶ δῷ τῇ γλώσσῃ παρρησίαν. 68.4 Οἱ μὲν γὰρ ἐζήτουν λαβέσθαι γυμνῆς τῆς περὶ τοῦ Πνεύματος φωνῆς, ὡς εἴη Θεός· ὅπερ ὂν ἀλη θές, ἀσεβὲς ἐκείνοις ὑπελαμβάνετο καὶ τῷ κακῷ προστάτῃ τῆς ἀσεβείας· ἵνα τὸν μὲν τῆς πόλεως μετὰ τῆς θεολόγου γλώσσης ὑπερορίσωσιν, αὐτοὶ δὲ κατασχόντες τὴν Ἐκκλη σίαν, καὶ τῆς ἑαυτῶν κακίας ὁρμητήριον ποιησάμενοι, ἐντεῦθεν τὸ λειπόμενον ἅπαν, ὡς ἔκ τινος ἀκροπόλεως, καταδράμωσιν. 68.5 Ὁ δὲ ἐν ἄλλαις μὲν φωναῖς γραφικαῖς καὶ μαρτυρίαις ἀναμφιλέκτοις ταὐτὸν δυναμέναις καὶ ταῖς ἐκ τῶν συλλογισμῶν ἀνάγκαις, οὕτως ἦρχε τοὺς ἀντιλέ γοντας, ὥστε μὴ ἀντιβαίνειν ἔχειν, ἀλλ' οἰκείαις συνδεῖ σθαι φωναῖς, ἥπερ δὴ καὶ μεγίστη λόγου δύναμις καὶ σύνεσις. 68.6 ∆ηλώσει δὲ καὶ ὁ λόγος, ὃν περὶ τούτου συνέγραψε, κινῶν τὴν γραφίδα ὡς ἐκ πυξίδος τοῦ Πνεύ ματος· τὴν δὲ κυρίαν φωνὴν τέως ὑπερετίθετο, παρά τε τοῦ Πνεύματος αὐτοῦ καὶ τῶν γνησίων τούτου συναγω νιστῶν χάριν αἰτῶν, τῇ οἰκονομίᾳ μὴ δυσχεραίνειν· μηδὲ μιᾶς ἀντεχομένους φωνῆς, τὸ πᾶν ἀπολέσαι δι' ἀπληστίαν, τῷ καιρῷ παρασυρείσης τῆς εὐσεβείας. 68.7 Αὐτοῖς μὲν γὰρ οὐδεμίαν εἶναι ζημίαν, ὑπαλλαττομένων μικρὸν τῶν λέξεων, καὶ φωναῖς ἄλλαις τὸ ἶσον διδασκομένοις· οὐδὲ γὰρ ἐν ῥήμασιν ἡμῖν εἶναι τὴν σωτηρίαν μᾶλλον ἢ πράγμασι· μηδὲ γὰρ τὸ Ἰουδαίων ἔθνος ἀποβαλεῖν ἄν, εἰ τὴν τοῦ ἠλειμμένου φωνὴν ἀντὶ τῆς χριστοῦ πρὸς ὀλίγον ἐπιζη τοῦντες, ἠξίουν μεθ' ἡμῶν τάττεσθαι· τῷ δὲ κοινῷ μεγίστην ἂν βλάβην γενέσθαι, τῆς Ἐκκλησίας κατασχεθείσης.
69.1 Ἐπεὶ ὅτι γε παντὸς μᾶλλον ᾔδει τὸ Πνεῦμα Θεόν, δῆλον μὲν ἐξ ὧν καὶ δημοσίᾳ τοῦτο πολλάκις ἐκή ρυξεν, εἴ ποτε καιρὸς ἦν καὶ ἰδίᾳ τοῖς ἐρωτῶσι προθύμως ἀνωμολόγησε· σαφέστερον δὲ πεποίηκεν ἐν τοῖς πρὸς ἐμὲ λόγοις, πρὸς ὃν οὐδὲν ἀπόρρητον ἦν αὐτῷ περὶ τούτων κοι νολογουμένῳ· μηδὲ ἁπλῶς τοῦτο ἀποφηνάμενος, ἀλλ' ὃ μηδέπω πρότερον πολλάκις πεποίηκεν, ἐπαρασάμενος ἑαυτῷ τὸ φρικωδέστατον, αὐτοῦ τοῦ Πνεύματος ἐκπεσεῖν, εἰ μὴ σέβοι τὸ Πνεῦμα μετὰ Πατρὸς καὶ Υἱοῦ, ὡς ὁμοούσιον καὶ ὁμότιμον. 69.2 Εἰ δέ μέ τις δέξαιτο κοινωνὸν ἐκείνου κἀν τοῖς τοιούτοις, ἐξαγορεύσω τι καὶ τῶν τοῖς πολλοῖς τέως ἀγνοουμένων· ὅτι τοῦ καιροῦ στενοχωροῦντος ἡμᾶς, ἑαυτῷ μὲν τὴν οἰκονομίαν ἐπέτρεψεν, ἡμῖν δὲ τὴν παρρησίαν, οὓς οὐδεὶς ἔμελλε κρίνειν οὐδὲ ἀποβάλλειν τῆς πατρίδος, ἀφανείᾳ τετιμημένους, ὡς ἐξ ἀμφοτέρων ἰσχυρὸν εἶναι τὸ καθ' ἡμᾶς εὐαγγέλιον. 69.3 Καὶ ταῦτα διῆλθον, οὐχ ἵνα τῆς ἐκείνου δόξης ὑπερ απολογήσωμαι· κρείττων γὰρ τῶν ἐγκαλούντων, εἴπερ τινές εἰσιν, ὁ ἀνήρ· ἀλλ' ἵνα μὴ τοῦτον ὅρον τῆς εὐσεβείας νομίζοντες τὰς ἐν τοῖς γράμμασι μόνας τοῦ ἀνδρὸς εὑρι σκομένας φωνάς, ἀσθενεστέραν τὴν πίστιν ἔχωσι, καὶ ἀπό δειξιν τῆς ἑαυτῶν κακουργίας τὴν ἐκείνου θεολογίαν, ἣν ὁ καιρὸς ἐποίει μετὰ τοῦ Πνεύματος· ἀλλὰ τὸν τῶν γεγραμ μένων νοῦν δοκιμάζοντες καὶ τὸν σκοπὸν ἀφ' οὗ ταῦτα ἐγράφετο, μᾶλλον τῇ τε ἀληθείᾳ προσάγωνται καὶ τοὺς ἀσεβοῦντας ἐπιστομίζωσιν. 69.4 Ἔμοι γοῦν εἴη καὶ ὅς τις ἐμοὶ φίλος, ἡ ἐκείνου θεολογία! Καὶ τοσοῦτον θαρρῶ τῇ περὶ τὸ πρᾶγμα τοῦ ἀνδρὸς καθαρότητι, ὥστε καὶ τοῦτο κοινοποιοῦμαι πρὸς ἅπασι· κἀκείνῳ μὲν τὰ ἐμά, ἐμοὶ δὲ τὰ ἐκείνου λογίζοιτο παρά τε Θεῷ καὶ τῶν ἀνθρώπων τοῖς εὐγνωμονεστέροις! 69.5 Οὐδὲ γὰρ τοὺς εὐαγγελιστὰς φαίη μεν ἂν ὑπεναντία ποιεῖν ἀλλήλοις, ὅτι οἱ μὲν τῷ σαρκικῷ τοῦ Χριστοῦ πλέον ἐνησχολήθησαν, οἱ δὲ τῇ θεολογίᾳ προσ έβησαν· καὶ οἱ μὲν ἐκ τῶν καθ' ἡμᾶς, οἱ δὲ ἐκ τῶν ὑπὲρ ἡμᾶς ἐποιήσαντο τὴν ἀρχήν· οὕτω τὸ κήρυγμα διελόμενοι πρὸς τὸ χρήσιμον οἶμαι τοῖς δεχομένοις, καὶ οὕτω παρὰ τοῦ ἐν αὐτοῖς τυπούμενοι Πνεύματος.
70.1 Φέρε δή, πολλῶν ἐν τοῖς πάλαι καὶ νῦν γεγονό των ἀνδρῶν ἐπ' εὐσεβείᾳ γνωρίμων, νομοθετῶν, στρατηγῶν, προφητῶν, διδασκάλων, τῶν ἀνδρικῶν μέχρις αἵματος, παρ' ἐκείνους τὰ ἡμέτερα θεωρήσαντες, κἀντεῦθεν τὸν ἄνδρα γνωρίσωμεν. 70.2 Ἀδὰμ ἠξιώθη Θεοῦ χειρὸς καὶ παραδείσου τρυφῆς καὶ πρώτης νομοθεσίας· ἀλλ', εἰ μή τι λέγω βλάσφημον αἰδοῖ τοῦ προπάτορος, τὴν ἐντολὴν οὐκ ἐφύλαξεν· ὁ δὲ καὶ ἐδέξατο ταύτην καὶ διεσώσατο καὶ τῷ ξύλῳ τῆς γνώ σεως οὐκ ἐβλάβη καὶ τὴν φλογίνην ῥομφαίαν παρελθών, εὖ οἶδα, τοῦ παραδείσου τετύχηκεν. 70.3 Ἐνὼς ἤλπισε πρῶτος ἐπικαλεῖσθαι τὸν Κύριον· ὁ δὲ καὶ ἐπικέκληται καὶ τοῖς ἄλλοις ἐκήρυξεν, ὃ τοῦ ἐπικαλεῖσθαι πολὺ τιμιώτερον. Ἐνὼχ μετετέθη, μικρᾶς εὐσεβείας, ἔτι γὰρ ἐν σκιαῖς ἦν ἡ πίστις, ἆθλον εὑράμενος τὴν μετάθεσιν, καὶ τοῦ ἑξῆς βίου τὸν κίνδυνον διαπέφευγε· τοῦ δὲ ὅλος ὁ βίος μετάθεσις ἦν, τελείως ἐν βίῳ τελείῳ δοκιμασθέντος. 70.4 Νῶε κιβωτὸν ἐπιστεύθη, καὶ κόσμου δευτέρου σπέρματα ξύλῳ μικρῷ πιστευθέντα καὶ καθ' ὑδάτων σωζόμενα· ὁ δὲ κατακλυσμὸν ἀσεβείας διέφυγε καὶ κιβωτὸν σωτηρίας τὴν ἑαυτοῦ πεποίη ται πόλιν, κούφως τῶν αἱρετικῶν ὑπερπλέουσαν, ἐξ οὗ κόσμον ὅλον ἀνεκαλέσατο.
71.1 Μέγας ὁ Ἀβραὰμ καὶ πατριάρχης καὶ θύτης καινῆς θυσίας, τὸν ἐκ τῆς ἐπαγγελίας τῷ δεδωκότι προσα γαγών, ἱερεῖον ἕτοιμον καὶ πρὸς τὴν σφαγὴν ἐπειγόμενον· ἀλλ' οὐδὲ τὸ ἐκείνου μικρόν, ἑαυτὸν προσήγαγε τῷ Θεῷ καὶ οὐδὲν ὡς ἰσότιμον ἀντεδόθη· τί γὰρ καὶ ἦν; ὥστε καὶ τελειωθῆναι τὸ καλλιέρημα. 71.2 Ἰσαὰκ ἐπηγγέλθη καὶ πρὸ γενέσεως· ὁ δὲ αὐτεπάγ γελτος ἦν, καὶ τὴν Ῥεβέκκαν, λέγω δὴ τὴν Ἐκκλησίαν, οὐ πόρρωθεν, ἀλλ' ἐγγύθεν ἠγάγετο, οὐδὲ διὰ πρεσβείας οἰκετικῆς, ἀλλ' ἐκ Θεοῦ δοθεῖσαν καὶ πιστευθεῖσαν· οὐδὲ κατεσοφίσθη περὶ τὴν τῶν τέκνων προτίμησιν, ἀλλ' ἑκάστῳ τὰ πρὸς ἀξίαν ἀπαραλογίστως ἔνεμε μετὰ τῆς τοῦ Πνεύ ματος κρίσεως. 71.3 Ἐπαινῶ τὴν Ἰακὼβ κλίμακα καὶ τὴν στήλην ἣν ἤλειψε τῷ Θεῷ, καὶ τὴν πρὸς αὐτὸν πάλην, ἥ τίς ποτε ἦν· οἶμαι δὲ τοῦ ἀνθρωπείου μέτρου πρὸς τὸ θεῖον ὕψος ἀντιπαρ έκτασις καὶ ἀντίθεσις, ὅθεν καὶ ἄγει τὰ σύμβολα τῆς ἡττω μένης γενέσεως· 71.4 Ἐπαινῶ καὶ τὴν περὶ τὰ θρέμματα τοῦ ἀνδρὸς εὐμηχανίαν καὶ εὐημερίαν, καὶ τοὺς δώδεκα ἐξ αὐτοῦ πατριάρχας, καὶ τὸν τῶν εὐλογιῶν μερισμὸν σὺν οὐκ ἀγεννεῖ προφητείᾳ τοῦ μέλλοντος· ἀλλ' ἐπαινῶ καὶ τούτου τὴν οὐχ ὁραθεῖσαν μόνον, ἀλλὰ καὶ διαβαθεῖσαν κλίμακα ταῖς κατὰ μέρος εἰς ἀρετὴν ἀναβάσεσι, καὶ τὴν στήλην, ἣν οὐκ ἤλειψεν, ἀλλ' ἤγειρε τῷ Θεῷ, τὰ τῶν ἀσεβῶν στηλι τεύουσαν, καὶ τὴν πάλην, ἣν οὐκ ἐπάλαισε πρὸς Θεόν, ἀλλ' ὑπὲρ Θεοῦ, τὰ τῶν αἱρετικῶν καταβάλλουσαν, τήν τε ποι μαντικὴν τοῦ ἀνδρός, ἐξ ἧς ἐπλούτησε, πλείω τῶν ἀσήμων προβάτων κτησάμενος τὰ ἐπίσημα, τήν τε καλὴν πολυτεκ νίαν τῶν κατὰ Θεὸν γεννηθέντων, καὶ τὴν εὐλογίαν ᾗ πολ λοὺς ἐστήριξεν.
72.1 Ἰωσὴφ ἐγένετο σιτοδότης, ἀλλ' Αἰγύπτου μόνης καὶ οὐ πολλάκις καὶ σωματικῶς· ὁ δὲ πάντων καὶ ἀεὶ καὶ πνευματικῶς, ὅπερ ἐμοὶ τῆς σιτοδοσίας ἐκείνης αἰδε σιμώτερον. Μετὰ Ἰὼβ τοῦ Αὐσίτου καὶ πεπείραται καὶ νενίκηκε καὶ ἀνηγόρευται λαμπρῶς ἐπὶ τέλει τῶν ἄθλων, μηδενὶ τῶν τινασσόντων πολλῶν ὄντων κατασεισθείς, ἀλλὰ πολλῷ τῷ περιόντι τὸν πειραστὴν καταπαλαίσας καὶ τῶν φίλων τὴν ἀλογίαν ἐπιστομίσας ἀγνοούντων τὸ τοῦ πάθους μυστήριον. 72.2 Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ. Καὶ μέγας Μωϋσῆς μὲν Αἴγυπτον βασανίσας, λαὸν διασώσας ἐν σημείοις πολλοῖς καὶ τέρασι, τῆς νεφέλης εἴσω χωρήσας, νομοθετήσας τὸν διπλοῦν νόμον, τόν τε τοῦ γράμματος ἔξωθεν, καὶ ὅσος ἔνδοθεν τὸν τοῦ πνεύματος· 72.3 Ἀαρὼν δὲ Μωϋσέως ἀδελφὸς καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα, τοῦ λαοῦ προθυόμενος καὶ προευχόμενος, μύστης τῆς ἱερᾶς καὶ μεγάλης σκηνῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. 72.4 Τούτων δὲ ἀμφοτέρων ζηλωτὴς ἐκεῖνος, βασανίζων μὲν οὐ σωματικαῖς μάστιξι, πνευματικαῖς δὲ καὶ λογικαῖς, ἔθνος αἱρετικὸν καὶ Αἰγύπτιον· ἄγων δὲ λαὸν περιούσιον, ζηλω τὴν καλῶν ἔργων, ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας, πλαξὶ δὲ νόμους ἐγγράφων οὐ συντριβομέναις, ἀλλὰ σωζομέναις, οὐκ ἔτι σκιοειδεῖς, ἀλλ' ὅλον πνευματικούς· εἰς δὲ τὰ ἅγια τῶν ἁγίων, οὐχ ἅπαξ τοῦ ἐνιαυτοῦ, πολλάκις δὲ καὶ καθ' ἑκάστην, ὡς εἰπεῖν, εἰσιὼν τὴν ἡμέραν, ὅθεν τὴν ἁγίαν ἡμῖν ἀνακαλύπτει Τριάδα, καὶ λαὸν καθαίρων οὐ προσ καίροις ῥαντίσμασιν, ἀλλ' ἀϊδίοις ἁγνίσμασι. 72.5 Τί τὸ κάλλιστον Ἰησοῦ; στρατηγία καὶ κληροδοσία, καὶ γῆς τῆς ἁγίας κατάσχεσις· ὁ δὲ οὐκ ἔξαρχος; οὐ στρα τηγὸς τῶν διὰ πίστεως σωζομένων; οὐ κληροδότης τῶν διαφόρων παρὰ Θεῷ κλήρων καὶ μονῶν, ἃς διανέμει τοῖς ἀγομένοις; Ὥστε κἀκείνην δύνασθαι τὴν φωνὴν εἰπεῖν, ὅτι «Σχοινία ἐπέπεσόν μοι ἐν τοῖς κρατίστοις»· καί· «Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου»· κλῆροι τῶν χαμαὶ ἐρχομένων καὶ ἁρπαζομένων πολλῷ τιμιώτεροι.
73.1 Καὶ ἵνα τοὺς Κριτὰς παραδράμωμεν, ἢ τῶν Κριτῶν τοὺς εὐδοκιμωτάτους, Σαμουὴλ ἐν τοῖς ἐπικα λουμένοις τὸ ὄνομα αὐτοῦ, καὶ Θεῷ δοτὸς πρὸ γενέσεως, καὶ μετὰ τὴν γέννησιν εὐθὺς ἱερός, καὶ χρίων βασιλέας καὶ ἱερέας διὰ τοῦ κέρατος. 73.2 Οὗτος δέ, οὐκ ἐκ βρέφους Θεῷ καθιερωμένος ἀπὸ μήτρας καὶ μετὰ τῆς διπλοΐδος ἐπιδε δομένος τῷ βήματι καὶ βλέπων τὰ ἐπουράνια καὶ χριστὸς Κυρίου ἦν καὶ χρίστης τῶν τελειουμένων ἐκ Πνεύματος. ∆αβὶδ ἐν βασιλεῦσιν ἀοίδιμος, οὗ πολλαὶ μὲν ἱστοροῦν ται κατὰ τῶν ἐχθρῶν νῖκαι καὶ τρόπαια, ἡ πρᾳότης δὲ τὸ ἐπισημότατον, καὶ πρὸ τῆς βασιλείας ἡ τῆς κινύρας δύνα μις, καὶ πονηροῦ πνεύματος κατεπᾴδουσα. 73.3 Σολομῶν πλάτος καρδίας ᾐτήσατο παρὰ Θεοῦ καὶ τετύχηκεν, ἐπὶ πλεῖστον προελθὼν σοφίας καὶ θεωρίας, ὥστε γενέσθαι τῶν καθ' ἑαυτὸν ἁπάντων εὐδοκιμώτατος. 73.4 Ὁ δέ, τοῦ μὲν τῷ πρᾴῳ, τοῦ δὲ τῇ σοφίᾳ κατὰ τὸν ἐμὸν λόγον, οὐδὲν ἢ μικρῷ λείπεται· ὥστε καὶ βασιλέων θράσος δαιμονώντων καταμαλάσσειν· καὶ μὴ βασίλισσαν νότου μόνον, ἢ τὸν δεῖνα, κατὰ κλέος τῆς αὐτοῦ σοφίας ἐκ τῶν περάτων τῆς γῆς ἀπαντᾶν, ἀλλὰ καὶ πᾶσι τοῖς πέρασι τὴν ἐκείνου σοφίαν γνωρίζεσθαι. Καὶ τὰ ἑξῆς παρήσω τοῦ Σολομῶντος· πᾶσι δὲ δῆλα, κἂν ἡμεῖς φειδώμεθα.
74.1 Ἐπαινεῖς Ἡλίου τὴν πρὸς τοὺς τυράννους παρρησίαν, καὶ τὴν διὰ πυρὸς ἁρπαγήν; Ἐλισσαίου τε τὴν καλὴν κληρονομίαν, τὴν μηλωτήν, ᾗ τὸ Ἡλίου πνεῦμα συνηκολούθησεν; Ἐπαίνει κἀκείνου τὴν ἐν πυρὶ ζωήν, τῷ πλήθει λέγω τῶν πειρασμῶν, καὶ τὴν διὰ πυρὸς σωτηρίαν, καίοντος μέν, οὐ κατακαίοντος δέ, τὸ περὶ τὴν βάτον θαῦμα, καὶ τὸ καλὸν ἐξ ὕψους δέρος, τὴν ἀσαρκίαν. 74.2 Ἐῶ τἆλλα, τοὺς δροσισθέντας ἐν πυρὶ νεανίας· τὸν ἐν γαστρὶ κήτους εὐξάμενον προφήτην φυγάδα, καὶ ὡς ἀπὸ θαλάμου, τοῦ θηρὸς προελθόντα· τὸν ἐν λάκκῳ δίκαιον, λεόντων θράσος πεδήσαντα· ἢ τὴν τῶν ἑπτὰ Μακ καβαίων ἄθλησιν, σὺν ἱερεῖ καὶ μητρὶ τελειωθέντων ἐν αἵματι καὶ παντοίοις βασάνων εἴδεσιν. Ὧν ἐκεῖνος ζηλώ σας τὴν καρτερίαν καὶ τὴν δόξαν ἠνέγκατο.
75.1 Ἐπὶ δὲ τὴν νέαν μέτειμι διαθήκην, καὶ τοῖς ἐνταῦθα εὐδοκίμοις τὰ ἐκείνου παρεξετάσας, τιμήσω τὸν μαθητὴν ἐκ τῶν διδασκάλων. Τίς Ἰησοῦ πρόδρομος; Ἰωάννης, ὡς φωνὴ λόγου καὶ ὡς λύχνος φωτός, οὗ καὶ προεσκίρτησεν ἐν γαστρί, καὶ προέδραμεν εἰς Ἅιδου, διὰ τῆς Ἡρῴδου μανίας παραπεμφθείς, ἵνα κηρύξῃ κἀκεῖ τὸν ἐρχόμενον. 75.2 Καὶ εἴ τῳ φαίνεται τολμηρὸς ὁ λόγος, ἐκεῖνο προεξεταζέτω τοῖς λεγομένοις, ὅτι μὴ προτιθεὶς μηδὲ εἰς ἶσον μετάγων τὸν ἄνδρα τῷ ἐν γεννητοῖς γυναικῶν ὑπὲρ ἅπαντας, ταύτην ποιοῦμαι τὴν παρεξέτασιν· ἀλλὰ ζηλωτὴν ἀποφαίνων καί τι τοῦ χαρακτῆρος ἐκείνου ἐν ἑαυτῷ φέροντα. 75.3 Οὐ γὰρ μικρὸν τοῖς σπουδαίοις καὶ μικρὰ τῶν μεγίστων ἡ μίμησις. 75.4 Ἦ γὰρ οὐκ ἐναργὴς τῆς ἐκείνου φιλοσοφίας εἰκὼν ὁ ἀνήρ; Καὶ οὗτος ἔρημον ᾤκησε· καὶ τούτῳ τρίχινον ἔσθημα εἶχον αἱ νύκτες, ἀγνοούμενον, οὐκ ἐπιδεικνύμενον· καὶ οὗτος τὴν ἴσην τροφὴν ἠγάπησε, Θεῷ καθαίρων ἑαυτὸν διὰ τῆς ἐγκρατείας· καὶ οὗτος Χριστοῦ κῆρυξ ἠξιώθη γενέσθαι, εἰ καὶ μὴ πρόδρομος· καὶ ἐξεπορεύετο πρὸς αὐτόν, οὐχ ἡ περίχωρος πᾶσα μόνον, ἀλλ' ἤδη καὶ ἡ ὑπερόριος· καὶ οὗτος μέσος τῶν δύο διαθηκῶν, τῆς μὲν καταλύων τὸ γράμμα, τῆς δὲ δημοσιεύων τὸ πνεῦμα καὶ ποιῶν πλήρω σιν τοῦ κρυπτομένου νόμου τὴν τοῦ φαινομένου κατάλυσιν.
76.1 Ἐμιμήσατο Πέτρου τὸν ζῆλον, Παύλου τὸν τόνον, τῶν ὀνομαστῶν καὶ μετωνομασμένων ἀμφοτέρων τὴν πίστιν· τῶν υἱῶν Ζεβεδαίου τὸ μεγαλόφωνον· πάντων τῶν μαθητῶν τὸ εὐτελὲς καὶ ἀπέριττον. ∆ιὰ ταῦτά τοι καὶ κλεῖς οὐρανῶν πιστεύεται· καὶ οὐχ ὅσον ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ, μείζονα δὲ κύκλον τῷ εὐαγγελίῳ περι λαμβάνει· καὶ υἱὸς βροντῆς, οὐκ ὀνομάζεται μέν, γίνεται δέ· καὶ ἐπὶ τὸ στῆθος Ἰησοῦ κείμενος, ἐκεῖθεν ἕλκει τοῦ λόγου τὴν δύναμιν καὶ τὸ βάθος τῶν νοημάτων. 76.2 Στέφανος μὲν γὰρ ἐκωλύθη γενέσθαι, εἰ καὶ πρό θυμος ἦν, ἐπισχὼν αἰδοῖ τοὺς λιθάζοντας. Ἔτι δὲ συντομώτερον εἰπεῖν ἔχω, ἵνα μὴ τοῖς καθ' ἕκαστον ἐπεξίω περὶ τούτων· ἐκεῖνος γὰρ τὸ μὲν ἐξεῦρε τῶν καλῶν, τὸ δὲ ἐζήλωσε, τὸ δὲ ἐνίκησε· τῷ δὲ διὰ πάν των ἐλθεῖν, τῶν νῦν πάντων ἐκράτησεν. Ἓν ἐπὶ πᾶσιν ἐρῶ καὶ σύντομον.
77.1 Τοσαύτη τοῦ ἀνδρὸς ἡ ἀρετὴ καὶ ἡ τῆς δόξης περιουσία, ὥστε πολλὰ καὶ τῶν ἐκείνου μικρῶν, ἤδη δὲ καὶ τῶν σωματικῶν ἐλαττωμάτων, ἑτέροις εἰς εὐδοξίαν ἐπενοήθη· οἷον ὠχρότητα λέγω καὶ γενειάδα καὶ βαδίσματος ἦθος καὶ τὸ περὶ λόγον μὴ πρόχειρον, σύννουν τε, ὡς τὰ πολλά, καὶ εἴσω συννενευκός· ὃ τοῖς πολλοῖς μὴ καλῶς ζηλωθὲν μηδὲ νοηθέν, σκυθρωπότης ἐγένετο· ἔτι δὲ εἶδος ἐσθῆτος καὶ σκίμποδος σχῆμα καὶ τρόπος βρώσεως, ὧν οὐδὲν ἐκείνῳ διὰ σπουδῆς ἦν, ἀλλ' ἁπλῶς ἔχον καὶ συμπῖπτον ὡς ἔτυχε. 77.2 Καὶ πολλοὺς ἂν ἴδοις Βασιλείους ἄχρι τοῦ ὁρωμένου, τοὺς ἐν ταῖς σκιαῖς ἀνδριάντας· πολὺ γὰρ εἰπεῖν, ὅτι καὶ τὸ τῆς ἠχοῦς ὑστερόφωνον· ἐκείνη μὲν γάρ, εἰ καὶ τὰ τελευ ταῖα τῆς φωνῆς, ἀλλ' οὖν ἐναργέστερον ὑποκρίνεται· οἱ δὲ πλεῖον ἀπέχουσι τοῦ ἀνδρὸς ἢ ὅσον πλησιάζειν ἐπιθυμοῦσιν. 77.3 Ἐκεῖνο δὲ οὐκ ἔτι μικρόν, ἀλλὰ καὶ μέγιστον εἰς φιλοτιμίαν εἰκότως, τὸ τυχεῖν ἐκείνῳ ποτὲ πλησιάσαντας, ἢ θεραπεύσαντας, ἤ τι κατὰ παιδιὰν ἢ σπουδὴν εἰρημένον ἢ πεπραγμένον φέρειν ἀπομνημόνευμα, ὥσπερ οὖν κἀγὼ πολλάκις οἶδα καλλωπισάμενος· ἐπεὶ καὶ τὰ πάρεργα τοῦ ἀνδρὸς τῶν πονουμένων ἑτέροις πολὺ τιμιώτερα καὶ περιφανέστερα.
78.1 Ἐπεὶ δὲ τὸν δρόμον τελέσας καὶ τὴν πίστιν τηρήσας ἐπόθει τὴν ἀνάλυσιν, καὶ ὁ τῶν στεφάνων ἐνειστήκει καιρός, κἀκεῖνο μὲν οὐκ ἤκουσεν· «Εἰς τὸ ὄρος ἀνάβηθι καὶ τελεύτα», «τελεύτα» δὲ «καὶ ἀνάβαινε πρὸς ἡμᾶς», θαυματουργεῖ τι κἀνταῦθα τῶν προειρημένων οὐκ ἔλαττον. 78.2 Νεκρὸς γὰρ ὢν ἤδη σχεδὸν καὶ ἄπνους καὶ τὸ τοῦ βίου πλεῖστον καταλελοιπώς, εὐτονώτερος γίνεται περὶ τοὺς ἐξιτηρίους τῶν λόγων, ἵνα τοῖς τῆς εὐσεβείας συναπέλθῃ ῥήμασι, καὶ χειροτονίαις τῶν γνησιωτάτων αὐτοῦ θεραπευτῶν τὴν χεῖρα δίδωσι καὶ τὸ Πνεῦμα· ὥστε μὴ ζημιωθῆναι τὸ βῆμα τοὺς ἐκείνου μαθητὰς καὶ τῆς ἱερωσύνης συλλή πτορας. 78.3 Τοῖς δὲ ἑξῆς ὀκνεῖ μὲν προσελθεῖν ὁ λόγος, προσβήσεται δὲ ὅμως, εἰ καὶ ἄλλοις μᾶλλον ἡμῶν πρέπων ὁ λόγος. Οὐ γὰρ ἔχω φιλοσοφεῖν ἐν τῷ πάθει, καὶ εἰ σφόδρα φιλοσοφεῖν ἐσπούδακα, τῆς κοινῆς μεμνημένος ζημίας, καὶ τοῦ κατασχόντος πάθους τὴν οἰκουμένην.
78.1 Ἐπεὶ δὲ τὸν δρόμον τελέσας καὶ τὴν πίστιν τηρήσας ἐπόθει τὴν ἀνάλυσιν, καὶ ὁ τῶν στεφάνων ἐνειστήκει καιρός, κἀκεῖνο μὲν οὐκ ἤκουσεν· «Εἰς τὸ ὄρος ἀνάβηθι καὶ τελεύτα», «τελεύτα» δὲ «καὶ ἀνάβαινε πρὸς ἡμᾶς», θαυματουργεῖ τι κἀνταῦθα τῶν προειρημένων οὐκ ἔλαττον. 78.2 Νεκρὸς γὰρ ὢν ἤδη σχεδὸν καὶ ἄπνους καὶ τὸ τοῦ βίου πλεῖστον καταλελοιπώς, εὐτονώτερος γίνεται περὶ τοὺς ἐξιτηρίους τῶν λόγων, ἵνα τοῖς τῆς εὐσεβείας συναπέλθῃ ῥήμασι, καὶ χειροτονίαις τῶν γνησιωτάτων αὐτοῦ θεραπευτῶν τὴν χεῖρα δίδωσι καὶ τὸ Πνεῦμα· ὥστε μὴ ζημιωθῆναι τὸ βῆμα τοὺς ἐκείνου μαθητὰς καὶ τῆς ἱερωσύνης συλλή πτορας. 78.3 Τοῖς δὲ ἑξῆς ὀκνεῖ μὲν προσελθεῖν ὁ λόγος, προσβήσεται δὲ ὅμως, εἰ καὶ ἄλλοις μᾶλλον ἡμῶν πρέπων ὁ λόγος. Οὐ γὰρ ἔχω φιλοσοφεῖν ἐν τῷ πάθει, καὶ εἰ σφόδρα φιλοσοφεῖν ἐσπούδακα, τῆς κοινῆς μεμνημένος ζημίας, καὶ τοῦ κατασχόντος πάθους τὴν οἰκουμένην.
79.1 Ἔκειτο μὲν ὁ ἀνὴρ τὰ τελευταῖα πνέων καὶ παρὰ τῆς ἄνω χοροστασίας ἐπιζητούμενος, πρὸς ἣν ἐκ πλείονος ἔβλεπεν. Ἐγχεῖτο δὲ περὶ αὐτὸν πᾶσα ἡ πόλις, τὴν ζημίαν οὐ φέροντες καὶ τῆς ἐκδημίας ὡς τυραννίδος καταβοῶντες καὶ τῆς ψυχῆς λαμβανόμενοι, ὡς καθεκτῆς καὶ βιασθῆναι δυναμένης ἢ χερσὶν ἢ δεήσεσιν· ἐποίει γὰρ αὐτοὺς καὶ παράφρονας τὸ πάθος· καὶ προσθεῖναί τι τῆς ἑαυτῶν ζωῆς ἕκαστος ἐκείνῳ, εἴπερ οἷόν τε ἦν, πρόθυμος ἦν, 79.2 Ὡς δὲ ἡττήθησαν (ἔδει γὰρ αὐτὸν ἐλεγχθῆναι ἄνθρωπον ὄντα) καὶ «Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου» τελευταῖον εἰπών, τοῖς ἀπάγουσιν αὐτὸν ἀγγέλοις οὐκ ἀηδῶς ἐναπέψυξεν· ἔστιν ἃ τοὺς παρόντας μυσταγωγήσας καὶ βελτίους ποιήσας ταῖς ἐπισκήψεσι· τότε δὴ θαῦμα γίνεται τῶν πώποτε γενομένων ὀνομαστότατον.
80.1 Προεκομίζετο μὲν ὁ ἅγιος, χερσὶν ἁγίων ὑψούμενος· σπουδὴ δ' ἦν ἑκάστῳ τῷ μὲν κρασπέδου λαβέσθαι, τῷ δὲ σκιᾶς, τῷ δὲ τοῦ ἱεροφόρου σκίμποδος, καὶ ψαῦσαι μόνον! τί γὰρ ἐκείνου τοῦ σώματος ἱερώτερόν τε καὶ καθαρώτερον; 80.2 τῷ δὲ τῶν ἀγόντων ἐλθεῖν πλησίον, τῷ δὲ τῆς θέας ἀπολαῦσαι μόνης, ὥς τι κἀκείνης πεμπούσης ὄφελος. 80.3 Πλήρεις ἀγοραί, στοαί, διώροφοι, τριώροφοι, τῶν ἐκεῖνον παραπεμπόντων, προηγουμένων, ἑπομένων, παρεπομένων, ἀλλήλοις ἐπεμβαινόντων, μυριάδες γένους παντὸς καὶ ἡλικίας ἁπάσης, οὐ πρότερον γινωσκόμεναι· ψαλμῳδίαι θρήνοις ὑπερνικώμεναι, καὶ τὸ φιλόσοφον τῷ πάθει καταλυόμενον· ἀγὼν δὲ τοῖς ἡμετέροις πρὸς τοὺς ἐκτός, Ἕλληνας, Ἰουδαίους, ἐπήλυδας· ἐκείνοις πρὸς ἡμᾶς, ὅστις πλέον ἀποκλαυσάμενος πλείονος μετάσχῃ τῆς ὠφελείας. 80.4 Πέρας τοῦ λόγου, καὶ εἰς κίνδυνον τελευτᾷ τὸ πάθος· συναπελθουσῶν αὐτῷ ψυχῶν οὐκ ὀλίγων, ἐκ τῆς τοῦ ὠθισμοῦ βίας καὶ συγκλονήσεως· αἳ καὶ τοῦ τέλους ἐμακαρίσθησαν, ὡς ἐκείνῳ συνέκδημοι, καὶ θύματα ἐπιτάφια, τάχα ἄν τις εἴποι τῶν θερμοτέρων. 80.5 Μόλις δὲ τὸ σῶμα διαφυγὸν τοὺς ἁρπάζοντας καὶ νικῆσαν τοὺς προπομπεύοντας, οὕτω τῷ τάφῳ τῶν πατέρων δίδοται, καὶ προστίθεται τοῖς ἱερεῦσιν ὁ ἀρχιερεύς, τοῖς κήρυξιν ἡ μεγάλη φωνὴ καὶ τοῖς ἐμοῖς ὠσὶν ἔνηχος, ὁ μάρτυς τοῖς μάρτυσι. 80.6 Καὶ νῦν, ὁ μέν ἐστιν ἐν οὐρανοῖς, κἀκεῖ τὰς ὑπὲρ ἡμῶν, ὡς οἶμαι, προσφέρων θυσίας καὶ τοῦ λαοῦ προευχόμενος· οὐδὲ γὰρ ἀπολιπὼν ἡμᾶς παντάπασιν ἀπολέλοιπεν· ἡμιθνὴς δὲ Γρηγόριος καὶ ἡμίτομος, τῆς μεγάλης ἀπερρωγὼς συζυγίας, καὶ βίον ἕλκων ὀδυνηρὸν καὶ οὐκ εὔδρομον, οἷον εἰκὸς τὸν ἐκείνου κεχωρισμένον, οὐκ οἶδα εἰς ὃ τελευτήσων μετὰ τὴν ἐκείνου παιδαγωγίαν· ᾧ καὶ νῦν ἔτι νουθετοῦμαι, καὶ σωφρονίζομαι διὰ νυκτερινῶν ὄψεων, εἴ ποτε τοῦ δέοντος ἔξω πέσοιμι. 80.7 Καὶ οὐκ ἐγὼ μὲν οὕτω θρήνους ἀναμίγνυμι τοῖς ἐπαίνοις, καὶ λογογραφῶ τὴν τοῦ ἀνδρὸς πολιτείαν, καὶ προτίθημι τῷ χρόνῳ κοινὸν ἀρετῆς πίνακα καὶ πρόγραμμα σωτήριον πάσαις ταῖς ἐκκλησίαις, ψυχαῖς ἁπάσαις· πρὸς ὃν βλέποντες, ἀπευθυνοῦμεν τὸν βίον, ὡς νόμον ἔμψυχον· ὑμῖν δὲ συμβουλεύσαιμ' ἂν ἄλλο τι, τοῖς τὰ ἐκείνου τετελεσμένοις, ἢ πρὸς αὐτὸν ἀεὶ βλέπειν, καὶ ὡς ὁρῶντος καὶ ὁρωμένου, τῷ Πνεύματι καταρτίζεσθαι.
81.1 ∆εῦρο δὴ περιστάντες με πᾶς ὁ ἐκείνου χορός, ὅσοι τοῦ βήματος καὶ ὅσοι τῶν κάτω, ὅσοι τῶν ἡμετέρων καὶ ὅσοι τῶν ἔξωθεν, τὴν εὐφημίαν μοι συνεργάζεσθε, ἄλλος ἄλλο τι τῶν ἐκείνου καλῶν διηγούμενοι καὶ ζητοῦντες, 81.2 οἱ τῶν θρόνων τὸν νομοθέτην, οἱ τῆς πολιτείας τὸν πολιστήν, οἱ τοῦ δήμου τὴν εὐταξίαν, οἱ περὶ λόγους τὸν παιδευτήν, αἱ παρθένοι τὸν νυμφαγωγόν, αἱ ὑπὸ ζυγὸν τὸν σωφρονιστήν, οἱ τῆς ἐρημίας τὸν πτερωτήν, οἱ τῆς ἐπιμιξίας τὸν δικαστήν, οἱ τῆς ἁπλότητος τὸν ὁδηγόν, οἱ τῆς θεωρίας τὸν θεολόγον, 81.3 οἱ ἐν εὐθυμίᾳ τὸν χαλινόν, οἱ ἐν συμφοραῖς τὴν παράκλησιν, τὴν βακτηρίαν ἡ πολιά, τὴν παιδαγωγίαν ἡ νεότης, ἡ πενία τὸν ποριστήν, ἡ εὐπορία τὸν οἰκονόμον· 81.4 δοκοῦσί μοι καὶ χῆραι τὸν προστάτην ἐπαινέσεσθαι, καὶ ὀρφανοὶ τὸν πατέρα, καὶ πτωχοὶ τὸν φιλόπτωχον, καὶ τὸν φιλόξενον οἱ ξένοι, καὶ ἀδελφοὶ τὸν φιλάδελφον, οἱ νοσοῦντες τὸν ἰατρόν, ἣν βούλει νόσον καὶ ἰατρείαν, οἱ ὑγιαίνοντες τὸν φύλακα τῆς ὑγείας, οἱ πάντες τὸν πάντα πᾶσι γενόμενον ἵνα κερδάνῃ τοὺς πάντας ἢ πλείονας
82.1 Ταῦτά σοι παρ' ἡμῶν, ὦ Βασίλειε, τῆς ἡδίστης σοί ποτε γλώττης καὶ ὁμοτίμου καὶ ἥλικος. Εἰ μὲν τῆς ἀξίας ἐγγύς, σὴ τοῦτο χάρις· σοὶ γὰρ θαρρῶν, τὸν περὶ σοῦ λόγον ἐνεστησάμην· εἰ δὲ πόρρω καὶ παρὰ πολὺ τῆς ἐλπίδος, τί χρὴ παθεῖν καὶ γήρᾳ καὶ νόσῳ καὶ τῷ σῷ πόθῳ τετρυχωμένους; 82.2 Πλὴν καὶ Θεῷ φίλον τὸ κατὰ δύναμιν. Σὺ δὲ ἡμᾶς ἐποπτεύοις ἄνωθεν, ὦ θεῖα καὶ ἱερὰ κεφαλή, καὶ τὸν δεδομένον ἡμῖν παρὰ Θεοῦ σκόλοπα τῆς σαρκός, τὴν ἡμετέραν παιδαγωγίαν, ἢ στήσαις ταῖς σεαυτοῦ πρεσβείαις ἢ πείσαις καρτερῶς φέρειν· καὶ τὸν πάντα βίον ἡμῖν διεξάγοις πρὸς τὸ λυσιτελέστατον. 82.3 Εἰ δὲ μετασταίημεν, δέξαιο κἀκεῖθεν ἡμᾶς ταῖς σεαυτοῦ σκηναῖς, ὡς ἂν ἀλλήλοις συζῶντες καὶ συνεποπτεύοντες τὴν ἁγίαν καὶ μακαρίαν Τριάδα, καθαρώτερόν τε καὶ τελεώτερον, ἧς νῦν μετρίως δεδέγμεθα τὰς ἐμφάσεις, ἐνταῦθα σταίημεν τῆς ἐφέσεως, καὶ ταύτην λάβοιμεν ὧν πεπολεμήκαμεν καὶ πεπολεμήμεθα τὴν ἀντίδοσιν. 82.4 Σοὶ μὲν οὖν οὗτος παρ' ἡμῶν ὁ λόγος· ἡμᾶς δὲ τίς ἐπαινέσεται μετὰ σὲ τὸν βίον ἀπολείποντας; Εἰ καί τι παράσχοιμεν ἐπαίνου τοῖς λόγοις ἄξιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· Ἀμήν.